Βυζαντινή αρχαιολογία “Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται, τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινένευκεν ὑπερκειμένη τῇ ἄλλῃ πόλει, κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμβαίνουσα τοσοῦτον ἀνέχει, ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ περιωπῆς ἀποσκοπεῖται. εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυθήτῳ ἀποσεμνύνεται. τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐνδεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει.” Προκόπιος Καισαρεύς: “Περί Κτισμάτων ( De aedificiis )” Η βυζαντινή αρχαιολογία, ως κλάδος της ευρύτερης μεσαιωνικής αρχαιολογίας, αναπτύχθηκε με πιο αργούς ρυθμούς από τις αντίστοι
“καί ἐπί τῆς αὐτοῦ βασιλείας ἐνεκαινίσθη τό τότε Βυζάντιον ἐπί τῆς ὑπατείας Γαλλιανοῦ καί Συμμάχου, Τοῦ αὐτοῦ δέ βασιλέως Κωνσταντίνου ποιήσαντος πρόκεσσον ἐπί πολύν χρόνον, ἀπό Ρώμης ἐλθόντος ἐν τῷ Βυζαντίῳ ὅστις καί τό πρώην τεῖχος τῆς αὐτῆς πόλεως, ἐκέλευσεν αὐτήν Κωνσταντινούπολιν λέγεσθαι, ἀναπληρώσας καί τό Ἱππικόν καί κοσμήσας αὐτό χαλκουργήμασι καί πάσῃ ἀρετῄ, κτίσας ἐν αὐτῷ καί κάθισμα θεωρίου βασιλικοῦ καθʹ ὁμοιότητα τοῦ ἐν Ρώμῃ ὅντος.” (Ἰωάννης Μαλάλας: "Χρονογραφία")