Μετάβαση στο κύριο περιεχόμενο

Η επανάκτησις της Κωνσταντινουπόλεως το 1261


Η Βυζαντινή αυτοκρατορία το 1265

Στις 24 με 25 Ιουλίου του 1261 ο Αλέξιος Στρατηγόπουλος βρίσκει την ευκαιρία και ανακαταλαμβάνει την Κωνσταντινούπολη για λογαριασμό του Μιχαήλ Η’ που ηγείτο του κράτους της Νικαίας. Ο Ενετικός στόλος έλειπε σε μία εκστρατεία στον Εύξεινο Πόντο ενώ η πόλη δεν φυλάσσονταν καλά. 

Να σημειωθεί ότι λίγο καιρό πριν ο Μιχαήλ είχε έρθει σε συμφωνία με τους Γενουάτες για να αντισταθμίσει την ναυτική υπεροχή των Ενετών. Πρόκειται για την Συμφωνία του Νυμφαίου. Στις 15 Αυγούστου ο Μιχαήλ στέφεται αυτοκράτωρ με συναυτοκράτορα τον γιο του Ανδρόνικο.

Παραθέτουμε την εξιστόρηση των συμβάντων της επανάκτησης της Κωνσταντινουπόλεως μέσα από την “Χρονική Συγγραφή” του Γεωργίου του Ακροπολίτου:

Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον Ἀλέξιον τὸν καίσαρα μετὰ στρατευμάτων τινῶν οἰκονομήσας ἐπὶ τοῖς δυτικοῖς ἐκπέπομφε μέρεσι, τοῖς ἐκεῖσε οὖσι τῶν Ῥωμαίων ὑπεναντίοις ξυνελθεῖν εἰς μάχην, παραγγείλας ὡς ἐν τῷ διέρχεσθαι, ἐπεὶ τὰ τῆς ὁδοῦ τῆς ἐκεῖσε φερούσης πλησίον ὑπάρχει τῆς Κωνσταντίνου, ἔφοδόν τινα κατ' αὐτῆς ποιή σασθαι καὶ μέχρι τῶν πυλῶν αὐτῆς ἐπιδραμεῖν τὰ στρα- τεύματα, ὡς ἂν πτοία παρ' αὐτῶν τοῖς οὖσιν ἐντὸς Λατίνοις ἐγγένηται. ἐγένετο δὲ τῷ τότε καί τι ξυμβῆναι προνοίᾳ θεοῦ. ἐπεὶ γὰρ ναῦς μεγίστη κοίλη Λατινικὴ ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο, καὶ νέος ἐν ταύτῃ ἐξουσιαστὴς παρεγένετο, ὃν καὶ ποτεστάτον ἐπονομάζουσιν, ἀνήρ, ὡς ἐφάνη, δραστήριος καὶ θρασύτερος εἰς τὰ μάχιμα, τοὺς ἐν τῇ Κωνσταντινουπόλει πάντας Λατίνους παροτρύνας εἰς μάχην καὶ ξυμβουλεύσας ὡς «δεῖ καὶ ἡμᾶς μὴ μόνον ἐντὸς ὄντας τῆς πόλεως τὴν πόλιν καὶ ἑαυτοὺς φυλάττειν, ἀλλὰ καὶ κατὰ Ῥωμαίων τι δρᾶν, ὡς ἂν μὴ πάντῃ καταφρονητικῶς ἐν τοῖς καθ' ἡμῶν διατίθωνται.» ἔπεισεν οὖν αὐτοὺς εἰσιόντας ἐν ὅσαις εἶχον τριήρεσι καί τισιν ἑτέροις πλοίοις, λεμβαδίοις οἷον καὶ δρόμωσι, κατὰ τῆς νήσου Δαφνουσίας χωρῆσαι, εἴ πως δυνηθεῖεν αὐτὴν παραστή σασθαι καὶ σκύλων εὐμοιρῆσαι τῶν ἐξ αὐτῆς. κεκένωται οὖν ἡ πόλις ἀνδρῶν, καὶ ἦν γυναιξὶ καὶ νηπίοις καὶ τῷ βασιλικῷ τάχα ταύτης κατάρχοντι Βαλδουίνῳ μετά τινων μετρίων ἀνδρῶν διεξαγομένη καὶ τηρουμένη. Αἴφνης οὖν ὁ Στρατηγόπουλος Ἀλέξιος ὁ καῖσαρ νυκτὸς ἐπιὼν τῇ Κωνσταντίνου προσήγγισεν. ἐπεὶ δὲ μεθ' ἑαυτοῦ εἶχε καὶ ἄνδρας τινὰς ἐξωρμημένους τῆς πόλεως καὶ ἀκριβῶς εἰδότας τὰ κατ' αὐτήν, καὶ πυνθανόμενος αὐτῶν ἐμεμαθήκει ὀπήν τινα εἶναι περὶ τὸ τεῖχος τῆς πόλεως, δι' ἧς ἀνὴρ ὁπλίτης δύναιτ' ἂν ἐντὸς εἰσελθεῖν, μηδ' ὅλως μελλήσας τοῦ ἔργου εἴχετο. καὶ εἰσῆλθε διὰ ταύτης ἀνήρ, καὶ ἐπηκολούθησεν αὐτῷ ἕτερος, εἶτα ἐκείνῳ ἄλλος, καὶ οὕτω μέχρι τῶν πεντεκαίδεκα, τάχα δὲ καὶ πλείους ἄνδρες ἐντὸς εἰσῆλθον τῆς πόλεως. ἐπεὶ δὲ περὶ τὸ τεῖχος ἕνα εὗρον τῶν ἐμπεπιστευμένων τὴν φυλακήν, τινὲς ἐξ αὐτῶν ἀναβάντες καὶ τῶν ποδῶν λαβόντες ἔρριψαν ἔξω τῆς πόλεως. οἱ δ' ἄλλοι ἀξίνας ἐγχειρισάμενοι καὶ τοὺς μοχλοὺς τῶν πυλῶν διαρρήξαντες ἐλευθέραν πεποίηνται τὴν εἰς τὴν πόλιν εἴσοδον τῷ στρατεύματι. οὕτω μὲν οὖν ὁ Στρατηγόπουλος καῖσαρ καὶ οἱ σὺν αὐτῷ πάντες Ῥωμαῖοι καὶ Σκύθαι–ἐκ τῶν τοιούτων καὶ γὰρ τὸ ὑπ' αὐτὸν συνεκεκρότητο στράτευμα–ἐντὸς τῆς πόλεως ἐγεγόνεισαν. οἱ δ' ἐντὸς τῷ αἰφνιδίῳ κατασεισθέν τες τοῦ πράγματος, ὡς εἶχεν ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. καὶ οἱ μὲν περὶ τὰ σεμνεῖα ἐβάδιζον καὶ μοναχικὰ ἐνεδέδυντο ἄμφια, ὅπως τὸν φόνον ἐκφύγοιεν, γυναῖκες δὲ εἰς ὀπὰς τειχῶν συνεστέλλοντο καὶ εἰς στοὰς σκοτεινὰς καὶ ἀποκρύφους ἐκρύπτοντο. ὁ δὲ τῆς πόλεως κατάρχων Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ὥρμησεν. Οἱ δὲ περὶ τὴν Δαφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ μετ' αὐτῶν ποτεστάτος, μηδέν τι τῶν γενομένων γνωρίσαντες, ἐπεὶ μὴ κατὰ τῆς νήσου Δαφνουσίας ποιῆσαί τι ἴσχυσαν –ἀντελάβετο γὰρ κἀκείνων θεός–παλίνδρομοι πρὸς τὴν πόλιν ἐπανεζεύγνυον. μέχρι μὲν οὖν τοῦ ναοῦ τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων Μιχαὴλ ἐλθόντες, τοῦ περὶ τὸν ἀνάπλουν διακειμένου, οὐδέν τι ὅλως τῶν γενομένων ἐμεμαθήκεισαν· ἐκεῖσε δὲ ἀφιγμένοι καὶ ταῦτα μαθόντες εἰς τὴν πόλιν ὥρμησαν ἐπελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον παρὰ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύ τας, καὶ πρῶτα μὲν τὰς τῶν Βενετικῶν, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ κάμπους κατωνόμαζον. ἐπεὶ δὲ εἶδον τὴν πόλιν πυρπολουμένην οἱ τῶν Λατίνων, τὰς παρειὰς ταῖς χερσὶ τύψαντες, καὶ λαβόντες ὅσους ἠδύναντο ἐντὸς τῶν τριήρεων αὐτῶν καὶ τῶν λοιπῶν πλοίων, ὑπεχώρησαν, μιᾶς τριήρεως εἰς τὸ μέγα παλάτιον ἀπελθούσης καὶ ἀναδεξα μένης τὸν Βαλδουῖνον ἐν χρῷ τῆς ζωγρείας γενόμενον. καὶ ταῦτα μὲν οὕτω ξυνέβη, καὶ ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ καὶ αὖθις ὑπὸ χεῖρα τοῦ βασιλέως τῶν Ῥωμαίων ἐγένετο κατὰ λόγον δίκαιόν τε καὶ προσήκοντα, Ἰουλίου εἰκοστὴν καὶ πέμπτην ἄγοντος, οὔσης ἐπινεμήσεως τετάρτης καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος 22 ψξθʹ, ὑπὸ τῶν ἐχθρῶν κρα τουμένη χρόνους πεντήκοντα καὶ ὀκτώ.

Περὶ γοῦν τὸ Μετεώριον τότε σκηνουμένου τοῦ βασιλέως ἐξαπίνης φήμη τις νύκτωρ τὰς τῶν πολλῶν περιεβόμβησεν ἀκοάς. ἡ δὲ φήμη παρὰ παιδαρίου τινὸς τῆς αὐταδέλφης τοῦ βασιλέω τῆς ὀνομαζομένης μὲν Εἰρήνης, διὰ δὲ τοῦ μοναδικοῦ σχήματος μετονομασθείσης Εὐλογίας, ἐκ τῶν τῆς Βιθυνίας μερῶν παρ' αὐτὴν ἀφικομένου, ὡς καθ' ὁδὸν ἐμεμαθήκει παρά του, παρὰ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἁλῶναι τὴν Κωνσταντίνου. ὡς εἶχε γοῦν τάχους ἡ τοῦ βασιλέως αὐτοκασιγνήτη παρὰ τὸν βασιλέα ἀφιγμένη καταδαρθάνοντα τοῦτον εὗρε, καὶ ἠρέμα πως ἐκίνει αὐτὸν χειρί, ὅπως ἄν γε καὶ γρηγορήσειεν, ἰσχνοτέρᾳ τῇ φωνῇ ὑπολέγουσα ὡς «κατέσχες, ὦ βασιλεῦ, τὴν Κωνσταντινούπολιν.» καὶ πολλάκις τοῦτο εἰρήκει, καὶ ὁ βασιλεὺς ἐπέμενε μηδέν τι πρὸς ταύτην ἀνταποκρινόμενος. ὡς δὲ τὸν λόγον μετέβαλε καὶ εἰρήκει· «ἀνάστηθι βασιλεῦ· ὁ γὰρ Χριστὸς ἀπεχαρίσατό σοι τὴν Κωνσταντινούπολιν,» τῆς κλίνης ἀναστὰς καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας «τοῦτον μὲν» ἔφη «τὸν λόγον, ὦ ἀδελφή, καὶ αὐτὸς δέχομαι. ὃν δὲ λόγον τὸ πρῶτον εἶπας, ὡς τῆς Κωνσταντίνου κεκράτηκα, οὐδαμῶς ἀποδέχομαι· πῶς γὰρ ἐκ τοῦ Μετεω ρίου ἐγκρατὴς γενοίμην τῆς Κωνσταντίνου; ἀλλ' οὐδὲ στράτευμα κατ' αὐτῆς ἀξιόλογον πέπομφα. τὸ δὲ ῥᾴω ταῦτα εἶναι θεῷ καὶ αὐτὸς ξυνομολογῶ, καὶ θᾶττον ἂν τὰ μικροῦ καὶ ἀδύνατα τοῖς οἷς βούλοιτο παρασχεῖν καθέστηκε δυνατός.» Ταῦτ' εἰπὼν τοὺς ἐν τέλει πάντας τοὺς ἐκεῖσε τότε τού τῳ συνόντας ξυνήθροισε, καὶ ἐπυνθάνετο εἰ ἀληθῆ δοκεῖ σφίσιν αὐτοῖς τὰ παρὰ τῆς φήμης. καὶ οἱ μὲν συν έθεντο τὰ τῶν λόγων ἐπαληθεύειν, καὶ μάλιστα οἷς ἡ τῶν Λατίνων ἔξοδος ἀκριβέστερον ἐπεγνώσθη· ἔνιοι δὲ τὸν λό γον ἦγον ἐν ἀμφιβόλοις, οἷς οὐκ ἐν γνώσει τὰ τῆς ἄνω προνοίας καθέστηκε κρίματα, ὑπολογιζόμενοι καὶ τὸ πρᾶγμα τῶν δυσχερεστάτων τε εἶναι καὶ μὴ ῥᾳδίως κατορθουμένων. ἐν τοῖς τοιούτοις μὲν λόγοις τὸ τῆς νυκτὸς παρῄει διάστημα. ἐπεὶ δὲ ἡμέρα ἐπέφωσκεν, ἐλπὶς μὲν ἦν πᾶσι τὸν διακομίζοντα τἀληθῆ ἀφικέσθαι πρὸς τὸ στρατόπεδον, ἀλλὰ καὶ τὸ τῆς ἡμέρας ἐκείνης παραδεδραμήκει διάστημα, καὶ οὐδεὶς τοιοῦτος ἀφίκετο. ἤσχαλλον γοῦν αἱ τῶν ἁπάντων ψυχαὶ καὶ ἠδημόνουν, καὶ μάλιστά γε τοῦ βασιλέως. ἀλλὰ νυκτὸς ἐπιούσης ὁ τὴν ἀγαθὴν ἀγγελίαν διακομίζων ἐλήλυθε καὶ σαφῶς εἰρήκει περὶ τοῦ ἔργου, ὅτιπερ τὰ τῶν Ῥωμαίων στρατεύματα μετὰ τοῦ καίσαρος Στρατηγοπούλου ἐντὸς τῆς Κωνσταντίνου διάγουσι, καὶ πάντα ὡς ἔσχεν ἀπήγγειλεν.

Ἀπάρας γοῦν ὁ βασιλεὺς τοῦ Μετεωρίου μεθ' ἡδονῆς ὅτι πολλῆς τὴν Κωνσταντίνου φθάσαι διὰ τάχους ἐπέσπευδε, δεδιὼς μήποτε ἐκ τῆς Δαφνουσίας οἱ Λατῖνοι ὑπονοστήσαντες καὶ τῆς πόλεως ἐντὸς γενόμενοι μάχην κατὰ Ῥωμαίων στήσαιεν καρτεράν, καὶ πολλῷ πλείους τῶν Ῥωμαίων ὄντες τῶν τειχῶν ἔξω βάλλουσιν. ἀλλὰ ταῦτα μὲν οὐ ξυνέβη, ἀλλ' ἐκεῖνοι μὲν τῷ ἀθρόῳ τὰς ψυχὰς κατασεισθέντες προύλαβον ἀποδρᾶναι, καθὼς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ βασιλεὺς δὲ τὴν πορείαν ἐπέτεινεν. ἐπεὶ δὲ καὶ τοὺς τοῦ Καλάμου βουνοὺς παρημείψαμεν καὶ τῆς Ἀχυράους ἐγγὺς ὁ βασιλεὺς ἐπήξατο τὴν σκηνήν, τότε δὴ καὶ τὰ τοῦ Βαλδουίνου τοῦ τάχα βασιλικῶς τῆς Κωνσταντίνου κατάρχοντος τὰ βασιλικὰ διεκομίσθησαν σύμβολα· ταῦτα δὲ ἦν καλύπτρα Λατινικὴ τὸ σχῆμα καὶ μαργάροις πεποικιλμένη καὶ ὑπὲρ κεφαλῆς λιθιδίῳ κοκκίνῳ, πέδιλά τε κοκκοβαφῆ καὶ σπάθη σηρικὸν κοκκοβαφὲς ἐνδεδυμένη προκάλυμμα. τότε δὴ καὶ ὁ πολὺς λεὼς τὰ τῆς ὑποθέσεως ἐπεπίστωτο· τὸ γὰρ μεγαλεῖον οὐκ εἴα τοῦ πράγματος εὐχερῶς πιστεύειν τοῖς λεγομένοις. Ἔσπευσεν οὖν ὁ βασιλεὺς τὴν κίνησιν. ταχυτέρας γοῦν καὶ μακροτέρας ἐποιεῖτο τὰς μεταβάσεις. ἐγγίσαντι γοῦν τῇ Κωνσταντίνου τῷ βασιλεῖ κατὰ νοῦν ἐπῄει θεοπρεπεστέραν μᾶλλον ἢ βασιλικωτέραν τὴν εἰς τὴν Κωνσταντίνου ποιήσασθαι πάροδον, καὶ τὸν τρόπον ἐσκέψατο, ὅπως ἂν γένοιτο ὃ δὴ διὰ λόγων εὐχαριστηρίων πρὸς τὸν θεὸν καὶ φωνῶν εὐκτηρίων ὑπέρ τε βασιλείας καὶ ἱεραρχείας ὑπέρ τε τῆς πόλεως καὶ τῶν αὐτῆς οἰκητόρων καὶ τοῦ ταύτης πληρώματος. ἐπεὶ δὲ ἐζήτει τὸν τὰς εὐχὰς συγγράψασθαι μέλλοντα, τὸν φιλόσοφον Βλεμμύδην πρὸς τοὖργον ἐπινύξαι βεβούλητο. μακρὰν δὲ ἦν ὁ ἀνήρ–ἀμφὶ γὰρ τὴν Ἔφεσον τὰς διατριβὰς ἐποιεῖτο–εἰς ἀργίαν δὲ τὰ τοῦ πράγματος ἔπιπτεν. ὁ δὲ βασιλεὺς μελλήσειν οὐκ ἤθελε πρὸς τὴν εἴσοδον. ἐδυσχέραινε γοῦν ἐπὶ τούτοις, ἀλλ' αὐτὸς τὸ δυσχερὲς διελυσάμην τῷ βασιλεῖ. «εἰ μὲν» γὰρ ἔφην, «ὦ βασιλεῦ, ὡς ἐξ ἁγίου ἀνδρὸς βούλει τὰς εὐχάς, ἅσπερ ἐθέλεις, γενέσθαι σοι, οὐκ ἔχω λέγειν· εἰ δὲ ἐξ οἱουδήτινος, δυναμένου δὲ συγγράφειν προέλοιο τὴν βούλησιν ἐκπεπλῆσθαί σοι, ἰδού σοι αὐτὸς τὴν θέλησιν ἀποπλήσαιμι καὶ τὰς εὐχάς σοι συγγράψαιμι.» ἔδοξε τοῦτο κρεῖττον τῷ βασιλεῖ, καὶ τῆς ταχινῆς εἰσόδου τὰς ὑπ' ἐμοῦ ποιηθησομένας προείλετο. ἐγὼ μὲν οὖν εὐθὺς ἡψάμην τοῦ ἔργου, καὶ οὔπω ἡμέρα παρῄει ὅλη καὶ νύξ, καὶ δέκα πρὸς ταῖς τρισὶ συνεγραψάμην εὐχάς, ἑκάστην οἰκεῖον ἔχουσαν τὸν σκοπόν.

Κατέλαβε γοῦν ὁ αὐτοκράτωρ τὴν Κωνσταντίνου· τεσσαρακαιδεκάτην ἦγε τότε ὁ Αὔγουστος. εἰσελθεῖν γοῦν εἰς τὴν Κωνσταντινούπολιν οὐκ ἠθέλησε τὴν αὐτὴν ἡμέραν, ἀλλὰ τὰς σκηνὰς ἐν τῇ μονῇ τοῦ Κοσμιδίου ἐπήξατο, τῇ ἄγχι διακειμένῃ τῶν Βλαχερνῶν. ἐκεῖσε γοῦν διανυκτερεύσας ἕωθεν ἀναστὰς τὴν εἰς Κωνσταντινούπολιν εἴσοδον ἀπειργάσατο τρόπον τοιοῦτον. ἐπεὶ δὲ ὁ μὲν πατριάρχης Ἀρσένιος οὐ παρῆν, οἷα ἐκεῖνος ἀνὴρ νωθρότερος περὶ τὰ καλὰ καὶ δύσνους πρὸς τὸν βασιλέα τελῶν καὶ μικροῦ δυσχεραίνων, ὅτι πρὸς τοῦ βασιλέως ἡ τῆς Κωνσταντίνου τῇ τῶν Ῥωμαίων ἀρχῇ συγκατείλεκται, ἔδει δὲ ἄρα τῶν τινα ἀρχιερέων τὰς εὐχὰς εἰς ἐπήκοον ἐξειπεῖν, ὁ τῆς Κυζίκου μητροπολίτης Γεώργιος, ὃν καὶ Κλειδᾶν κατωνόμαζον, ἐπλήρου τὴν χρείαν, καὶ εἰς ἕνα τῶν πύργων τῶν τῆς Χρυσείας ἀναβάς, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸ τῆς θεοτόκου ἐκτύπωμα τὸ οὕτω πως ἐκ τῆς μονῆς παρωνομασμένον τῶν Ὁδηγῶν, εἰς ἐπήκοον ἁπάντων ἀπεστομάτισε τὰς εὐχάς. ὁ μὲν οὖν αὐτοκράτωρ τὴν καλύπτραν ἀποβαλὼν καὶ γόνυ κλίνας ἔπεσε χαμαί, καὶ πάντες δὲ οἱ σὺν αὐτῷ ὄπισθεν αὐτοῦ ἐπὶ γόνυ κατέπεσον. ἐπεὶ δὲ ἡ πρώτη τῶν εὐχῶν ἐκτετέλεσται καὶ ὁ διάκονος ἐσήμηνε τὴν ἀνέγερσιν, πάντες ἀναστάντες τὸ κύριε ἐλέησον, εἰς ἑκατὸν ἀριθμήσαντες, ἐπεβόησαν. καὶ τούτων τετελεσμένων πρὸς τοῦ ἀρχιερέως καὶ αὖθις ἑτέρα τις ἐξεφωνήθη εὐχή. ὡς ἐν τῇ πρώτῃ γοῦν καὶ ἐν τῇ δευτέρᾳ γεγένηται, καὶ οὕτω πως διαπέπρακται μέχρι καὶ συμπληρώσεως τῶν ὅλων εὐχῶν. ἐπεὶ γοῦν οὑτωσί πως τὰ τῆς ἱεροπραξίας ταύτης γεγένηται, θεοπρεπῶς μᾶλλον ἢ βασιλικῶς τὴν τῆς Χρυσείας πύλην εἰσῆλθεν ὁ βασιλεύς· πεζὸς γὰρ ἐβάδιζε, προήρχετο δὲ τούτου τῆς θεομήτορος ἡ εἰκών. μέχρι μὲν οὖν τῆς τοῦ Στουδίου μονῆς ἀπελθών, ἐκεῖσε τὴν εἰκόνα καταλιπὼν τῆς ὑπεράγνου μητρὸς τοῦ θεοῦ, ἐπιβὰς τοῦ ἵππου περὶ τὸ τῆς Σοφίας τοῦ θεοῦ ἀφίκετο τέμενος. ἐκεῖσε γοῦν τῷ δεσπότῃ προσκυνήσας Χριστῷ καὶ τὰ εἰκότα τούτῳ εὐχαριστήσας, περὶ τὸ μέγα κατηντήκει παλάτιον. ἐν εὐφροσύνῃ γοῦν καὶ θυμηδίᾳ πολλῇ καὶ ἀπλέτῳ χαρᾷ τὸ Ῥωμαϊκὸν τῷ τότε γεγένηται πλήρωμα· οὐδεὶς γὰρ ἦν ὁ μὴ σκιρτῶν τε καὶ ἀγαλλόμενος καὶ μικροῦ δεῖν τῷ πράγματι ἀπιστῶν διὰ τὸ ἀπροσδόκητον τοῦ ἔργου καὶ τὸ ὑπερβάλλον τῆς ἡδονῆς. Ἐπεὶ δὲ ἔδει καὶ τὸν πατριάρχην ἐντὸς γενέσθαι τῆς Κωνσταντίνου, μετὰ παραδρομήν τινων ἡμερῶν λόγοις καὶ τῇ παρὰ τούτων πειθοῖ εἰσῆλθε. καὶ ὁ βασιλεὺς εἰς τὸ ἱερὸν ἀπῆλθεν ἀνάκτορον, τὸ τῆς μεγάλης Σοφίας τέμενος, ἵν' ἐγχειρίσῃ τὴν καθέδραν τῷ ἀρχιερεῖ. καὶ συνήθροιστο μετὰ τοῦ βασιλέως καὶ τῶν ἐν τέλει πάντες καὶ τῶν ἀρχόντων οἱ πρόκριτοι καὶ πᾶσα πληθύς. ὁ βασιλεὺς δὲ τῆς χειρὸς τοῦ πατριάρχου ἐπιλαβόμενος «ἔχεις,» φησί, «τὸν θρόνον σου, δέσποτα, καὶ οὗτινος ἐκ μακροῦ ἐστέρησαι, νυνὶ τῆς καθέδρας ἀπόλαυε.» καὶ οὕτω μὲν καὶ ἐπὶ τῷ πατριάρχῃ τὰ τοῦ βασιλέως ξυνέβη.

Ἐγένετο δὲ τῷ τότε καί τι τοιοῦτον, ὃ μὴ παραδοῦναι γραφῇ τῶν οὐ δεόντων ἐλογισάμην. λόγον ἐπὶ τῇ ἀναρρύσει τῆς Κωνσταντίνου συνεγραψάμην. καὶ ὁ σκοπὸς τοῦ λόγου κατὰ τὰς ἀρχὰς εὐχαριστία τε ἦν πρὸς θεὸν τῆς πρὸς Ῥωμαίους τούτου ἀγαθουργίας καὶ τῆς εὐσπλάγχνου κηδεμονίας καὶ ἀντιλήψεως, συνανεκεράννυτο δὲ τῷ λόγῳ καὶ εὐφημία πρὸς τὸν βασιλέα εὐχαριστήριος· ἡ δ' ἐπὶ τέλει τοῦ λόγου ἀξίωσις συναναγορευθῆναι τῷ βασιλεῖ καὶ πατρὶ τὸν βασιλέως πρωτογενῆ παῖδα, τὸν Κομνηνὸν Ἀνδρόνικον. τοῦτο ἐλάνθανε τοὺς πολλοὺς καὶ μάλιστα τῶν ἐν τέλει, οἷς καὶ οὐ κατὰ γνώμην ὑπῆρχε τὸ πρᾶγμα. οἱ μὲν προύχοντες τῶν ἡμετέρων, ὅ τε δεσπότης Ἰωάννης ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ πενθερὸς τούτου ὁ σεβαστοκράτωρ Τορνίκιος–ὁ γὰρ καῖσαρ Στρατηγόπουλος, καὶ εἰ παρῆν ἐν τοῖς τοιούτοις, οὐδ' εἶχε περὶ τούτων φροντίδα–τὸν σκοπὸν ἀγνοοῦντες καὶ τὴν ἀξίωσιν τοῦ προβλήματος, ἠνάγκασαν τὸν βασιλέα ἐπ' ἀκροάσει γενέσθαι τοῦ λόγου. ὁ μὲν βασιλεὺς ἐδυσχέραινεν, ἤδη γὰρ μεσεμβρινὰς τὰς ἀκτῖνας ὁ ἥλιος ἔβαλλε καὶ ὁ τοῦ ἀρίστου παρῄει καιρός.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Η ευγενική καταγωγή στο Βυζάντιο. 11ος αιών, απόσπασμα από τον Μιχαήλ Ατταλειάτη

Φωτό: Χειρόγραφη υπογραφή Μιχαήλ Ατταλειάτου
Στην μεσοβυζαντινή εποχή η συγκλητική αριστοκρατία μεταβάλλεται σε αυλική αριστοκρατία. Το ίδιο συμβαίνει και με την ιεραρχία. Οι τίτλοι των σχολών πολλαπλασιάζονται κατά την βασιλεία του Ιουστινιανού Β’ (685-995 & 705-711), όπως για παράδειγμα: Σπαθάριοι, Κανδιδάτοι, Μανδάτορες κ.ά. Επίσης, δημιουργούνται νέοι τίτλοι ή αναβιώνουν παλαιοί που είχαν εκπέσει, π.χ ο Ανθύπατος τον 9ο, ο Δισύπατος επίσης τον 9ο, Πρόεδρος της Συγκλήτου, Βέστης ή Βεστιάρχης, Σεβαστός τον 11ο.
Στο 2ο ήμισυ του 9ου οι Γενεαλογίες των Ευγενών παίρνουν φανταστικά και πλάθουν μυθιστορηματικά την καταγωγή τους από επιφανείς ρωμαϊκές οικογένειες της παλαιάς Ρώμης. Για παράδειγμα, ο Βίος του Βασιλείου, ιδρυτού της Μακεδονικής Δυναστείας, αφήνει τέτοια υπονοούμενα. Επίσης, οι Φωκάδες, μεγαλογαιοκτήμονες (Δυνατοί) από την Μικρά Ασία, ισχυρίζοντο ότι κατάγονταν από τους Φαβίους. Γενικά, η άσκηση “Δυναστείας” παραμένει ως άσκηση νόμιμης βίας κατά την βυζαντινή εποχή.
Οι Δυνα…

Αλέξιος Α' Κομνηνός 1081-1118

“Ὁ βασιλεὺς Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ πρὸ  τοῦ τῶν σκήπτρων ἐπειλῆφθαι τῆς βασιλείας  μέγα ὄφελος τῇ βασι λείᾳ Ῥωμαίων γεγένηται”.
(Άννα Κομνηνή Αλεξιάς Α’)
Κρατεῖ λοιπὸν μετὰ τὸν Βοτανειάτην  ὁ Κομνηνὸς Ἀλέξιος ἔτη λζʹ καὶ τῷ διαδήματι  στέφεται, ὁ δὲ Ἰσαάκιος τὰ δεύτερα τῆς τιμῆς  εἶχε καινῷ ὀνόματι ἐπιφημισθεὶς αὐτῷ·
(Μιχαήλ Γλύκας Βίβλος Χρονική)
“Είτα ο μεν Αλέξιος βασιλικόν αναδείται διάδημα,  τω δι’ Ισαακίω τα δευτερεία νενέμηνται της τιμής,  καινού αυτώ επιφημισθέντος ονόματος”
(Ιωάννης Ζωναράς Επιτομή Ιστορίας)

Εισαγωγικά

Γεννήθηκε το 1057, έτος κατά το οποίο ανέβηκε στον θρόνο ο θείος του Ισαάκιος Κομνηνός, ο οποίος ανέτρεψε τον Μιχαήλ τον Στ’, τον επονομαζόμενο και Στρατιωτικό. Πατέρας του ήταν ο Ιωάννης Κομνηνός, αδελφός του Ισαακίου και μητέρα του η Άννα η Δαλασσηνή της αριστοκρατικής οικογένειας των Δαλασσηνών. Κατήγετο από στρατιωτική αριστοκρατική οικογένεια. Η μητέρα του, μάλιστα, ήταν πολύ ισχυρή προσωπικότητα η οποία συγκυβέρνησε μαζί με τον Αλέξιο περίπου είκοσι χρόνια.
Σχετικά …

Μέγας Κωνσταντίνος 272-337 μ.Χ

Το πλήρες όνομα του ήταν Flavius Valerius Aurelius Constantinus. Γιος του Φλάβιου Βαλέριου Κωνστάντιου (του Χλωρού) από την Ναϊσσό της Μοισίας και της Ελένης από το Δρέπανο της Βιθυνίας γεννήθηκε περί το 272. Το 307 χωρίζει την πρώτη σύζυγό του την Μινερβίνη και νυμφεύεται την κόρη του Μαξιμιανού και αδελφή του Μαξεντίου Φαύστα. Την εποχή αυτή αναδύονται στην επιφάνεια οι μεγάλες αντιθέσεις των συναυτοκρατόρων του ρωμαϊκού κράτους που καταλήγουν σε ανοιχτές αντιπαραθέσεις και επεκτείνονται με την προσθήκη και άλλων, πλέον των τεσσάρων. Ο Κωνσταντίνος κυριαρχούσε στην Γαλατία και τα Βρετανικά νησιά, Ο Μαξέντιος και ο Μαξιμιανός στην Ιταλία, την Ισπανία και την Βόρειο Αφρική, ο Λικίνιος ορίστηκε από τον Γαλέριο ως υπεύθυνος στις επαρχίες της Πανονίας, της Ραιτίας, του Νωρικού και της Βαλέριας, ο Μαξιμίνος ελέγχει τις νότιες ακτές της Μικράς Ασίας και ο Γαλέριος την υπόλοιπη Ανατολή. Ο Μαξιμιανός στράφηκε πρώτα κατά του γιου του Μαξεντίου και μετά κατά του Κωνσταντίνου μέσα από ένα πλέγμ…